Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.213 Joseph. AJ 16.219 (English) >>Joseph. AJ 16.225

16.217 δὲ Φερώρας εἰς μέσον ἀπείληπτο μηδὲν εὔσχημον εἰς ἀπολογίαν ἔχων, εἰπεῖν μὲν ὡμολογηκώς, ἀκοῦσαι δʼ οὐ πιστευόμενος. ἐγένετο δʼ ἐπὶ πλεῖον τε σύγχυσις καὶ τῶν λόγων εἰς ἀλλήλους ἅμιλλα. 16.218τέλος δὲ βασιλεὺς τόν τε ἀδελφὸν καὶ τὴν ἀδελφὴν μεμισηκὼς ἀπεπέμπετο καὶ τὸν υἱὸν ἐπαινέσας τῆς ἐγκρατείας καὶ τοῦ πρὸς αὐτὸν ἀνενεγκεῖν τοὺς λόγους ὀψὲ τῆς ὥρας περὶ θεραπείαν τοῦ σώματος ἐγένετο. 16.219τοιαύτης δὲ τῆς μάχης ἐμπεσούσης κακῶς ἤκουσεν Σαλώμη· παρʼ αὐτῆς γὰρ ἐδόκει κεκινῆσθαι τὰ περὶ τὴν διαβολήν· αἵ τε τοῦ βασιλέως γυναῖκες ἤχθοντο φύσει δυσχερεστάτην εἰδυῖαι καὶ γινομένην ἄλλοτʼ ἄλλην κατὰ καιροὺς ἐχθρὰν καὶ φίλην. ἔλεγον οὖν ἀεί τι πρὸς τὸν Ἡρώδην κατʼ αὐτῆς καί τι συμπεσὸν ἐπὶ μεῖζον ἤγαγεν τὴν εἰς τοῦτο παρρησίαν. 16.220

Ἦν μὲν γὰρ τῆς Ἀραβίας βασιλεὺς Ὀβόδας ἀπράγμων καὶ νωθὴς τὴν φύσιν, Σύλλαιος δʼ αὐτῷ διῴκει τὰ πολλὰ δεινὸς ἀνὴρ καὶ τὴν ἡλικίαν νέος ἔτι καὶ καλός. 16.221ὑπὸ χρείας οὖν τινος ἐλθὼν ὡς τὸν Ἡρώδην συνδειπνῶν εἶδεν τὴν Σαλώμην, καὶ τὸν νοῦν ἔσχεν πρὸς αὐτήν, γινώσκων δʼ ὅτι καὶ χήρα τυγχάνοι διελέγετο. 16.222Σαλώμη δὲ καὶ χεῖρον πάλαι φερομένη παρὰ τἀδελφῷ καὶ τὸν νεανίσκον οὐκ ἀπαθῶς ὁρῶσα πρὸς τὸν γάμον ὥρμητο, ταῖς τε μεταξὺ φοιτώντων ἐπὶ τὸ δεῖπνον ἐνεφαίνετο πλείω τε καὶ μὴ μέτρια τῆς ἐκείνων πρὸς ἀλλήλους ὁμολογίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.213 Joseph. AJ 16.219 (English) >>Joseph. AJ 16.225

Powered by PhiloLogic